Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.90.2 | Hdt. 5.91.3 (English) | >>Hdt. 5.92β.1 |
5.91.2 ἐπείτε δέ σφι Ἱππίης καλεόμενος ἧκε , μεταπεμψάμενοι καὶ τῶν ἄλλων συμμάχων ἀγγέλους ἔλεγόν σφι Σπαρτιῆται τάδε · “ἄνδρες σύμμαχοι , συγγινώσκομεν αὐτοῖσι ἡμῖν οὐ ποιήσασι ὀρθῶς · ἐπαερθέντες γὰρ κιβδήλοισι μαντηίοισι ἄνδρας ξείνους ἐόντας ἡμῖν τὰ μάλιστα καὶ ἀναδεκομένους ὑποχειρίας παρέξειν τὰς Ἀθήνας , τούτους ἐκ τῆς πατρίδος ἐξηλάσαμεν , καὶ ἔπειτα ποιήσαντες ταῦτα δήμῳ ἀχαρίστῳ παρεδώκαμεν τὴν πόλιν · ὃς ἐπείτε διʼ ἡμέας ἐλευθερωθεὶς ἀνέκυψε , ἡμέας μὲν καὶ τὸν βασιλέα ἡμέων περιυβρίσας ἐξέβαλε , δόξαν δὲ φύσας αὐξάνεται , ὥστε ἐκμεμαθήκασι μάλιστα μὲν οἱ περίοικοι αὐτῶν Βοιωτοὶ καὶ Χαλκιδέες , τάχα δέ τις καὶ ἄλλος ἐκμαθήσεται ἁμαρτών .
5.91.3 ἐπείτε δὲ ἐκεῖνα ποιήσαντες ἡμάρτομεν , νῦν πειρησόμεθα σφέας ἅμα ὑμῖν ἀπικόμενοι τίσασθαι · αὐτοῦ γὰρ τούτου εἵνεκεν τόνδε τε Ἱππίην μετεπεμψάμεθα καὶ ὑμέας ἀπὸ τῶν πολίων , ἵνα κοινῷ τε λόγῳ καὶ κοινῷ στόλῳ ἐσαγαγόντες αὐτὸν ἐς τὰς Ἀθήνας ἀποδῶμεν τὰ καὶ ἀπειλόμεθα .”
ch. 92
5.92.1
ch. 92α
5.92α.1 “
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.90.2 | Hdt. 5.91.3 (English) | >>Hdt. 5.92β.1 |